Aesop’s Fables: πατὴρ, υἱὸς καὶ ὄνος (Father, Son, and Donkey)

This fable is actually not by Aesop but appears first in the Middle Ages. I rendered it into simple Ancient Greek and added the images from Arthur Rackham. More about this fable here: https://en.wikipedia.org/wiki/The_miller,_his_son_and_the_donkey

ΠΑΤΗΡ, ΥΙΟΣ ΚΑΙ ΟΝΟΣ

πατὴρ καὶ ὑιὸς πορεύονται ἐλαύνοντες ὄνον. ὁδοιπόροι δέ τινες ψέγουσιν αὐτοὺς λέγοντες·

διὰ τί ὁ ὄνος οὐδένα φέρει;

κελεύει οὖν ὁ πατὴρ τὸν ὑιὸν ἀναβῆναι καὶ ἐπὶ τοῦ ὄνου ὀχεῖσθαι.v

λέγουσι δὲ ἄλλοι τινές·

διὰ τί ὁ μὲν νενίας ὀχεῖται, ὁ δὲ γέρων πεζῇ πορεύεται;

κελεύσας οὖν ὁ πατὴρ τὸν ὑιὸν καταβῆναι αὐτὸς ἐπὶ τοῦ ὄνου ὀχεῖται.

τοῦτο δὲ ἰδόντες λέγουσιν ἄλλοι τινές·

διὰ τί ἕπεται ὁ ὑιὸς τῷ ὄνῳ ὥσπερ δοῦλος;

πάλιν οὖν κελεύει ὁ πατὴρ τὸν ὑιὸν ἀναβῆναι· ἀμφότεροι νῦν ἐπὶ τοῦ ὄνου ὀχοῦνται.

τοῦτο δὲ ἰδόντες λέγουσι τινές·

διὰ τί ὁ ταλαίπωρος ὄνος τοσοῦτον φέρει φορτίον;

ἀποροῦντες οὖν ὁ πατὴρ καὶ ὁ ὑιὸς τοὺς τοῦ ὄνου πόδας πρὸς ῥάβδον τινὰ δέουσιν καὶ οὕτως τὸν ὄνον φέρουσιν.

ἐπεὶ δὲ πάντες καταγελῶσι ταύτης τῆς ἀνοίας, ῥίπτουσιν ὁ πατήρ τε καὶ ὁ ὑιὸς τὸν ὄνον εἰς ποταμόν τινα καὶ οἴκαδε πορεύονται, οὐκέτι ἔχοντες ὄνον.

Leave a Reply

Your email address will not be published. Required fields are marked *