ὁ πάππος καὶ ἡ λύκαινα – A Story in Easy Ancient Greek

This story was written by my (Jenny’s) student Christoph shortly before his untimely death due to cancer. I think it is a great story for an advanced beginner/early intermediate learner: The vocabulary stems largely from the first volume of Athenaze (until ch. 8) with some additions like ἡ λύκαινα (“the she-wolf”). I have added a vocabulary list (in the grey box) with words you might not know.
I hope you will like the text! Christoph certainly would have loved to know that his little story still helps people to learn Ancient Greek.

Christoph Tsirigiotis

Audio recording

ὁ πάππος καὶ ἡ λύκαινα

«ἐλθὲ δεῦρο, ὦ θύγατερ, λαβὲ τὴν λοπάδα ἐφ’ἧν τὸν ἄρτον, τὸν βούτυρον καὶ τὸ μέλι ἔθηκα· ἔνεγκε πάντα ταῦτα τῷ πάππῳ.»

«οὐ θέλω πρὸς τὸν πάππον βαδίζειν, ὦ μῆτερ.»

«διὰ τί οὐ θέλεις συλλαμβάνειν; μὴ ἀργὸς καὶ χαλεπὴ ἴσθι. ὁ γὰρ πάππος νῦν θέλει φαγεῖν. ἔνεγκε οὖν αὐτῷ τὸν σῖτον· ὥρα ἐστίν· σπεῦδε.»

«ὦ μῆτερ, τὸν πάππον σφόδρα φοβοῦμαι.»

«διὰ τί, ὦ θύγατερ;»

«ἀεί με καλεῖ Βαυκίδα καὶ πολλὰ δεινὰ λέγει· ἴσως μαίνεται;»

«οὐ μαίνεται, ἀλλ’ ἀεὶ τὰ πάλαι ἐν νῷ ἔχει καὶ μέμνηται τῆς ἑαυτοῦ γυναικός, τῆς καλλίστης Βαυκίδος. σὺ δὲ ὁμοιοτάτη εἶ αὐτῇ· διὰ τοῦτο οὖν Βαυκίδα σε καλεῖ.»

ταῦτα μὲν ἀκούσασα ἐρυθριᾷ ἡ Μέλιττα, λαμβάνει δὲ τὴν λοπάδα καὶ βαδίζει εἰς τὸ δωμάτιον τοῦ πάππου. δι’ ὀλίγου δὲ ἡ μήτηρ ἀκούει τὴν τῆς Μελίττης φωνήν·

«τί πράττεις, ὦ πάππε; μένε ἐνθάδε.»

ἡ μήτηρ σπεύδει πρὸς τὸ δωμάτιον τοῦ πάππου·

«τί ἐγένετο; τί ἔπαθες, ὦ Μέλιττα;»

ἡ δὲ Μέλιττα βοᾷ·

«ὁ πάππος ἐκ τῆς θυρίδος ἐξεπήδησε καὶ πρὸς τὴν ὕλην σπεύδων εἶπεν· ‚ἀκούω καὶ ὑπακούω, ὦ μέγιστε.‘ νῦν δὴ μαίνεται ὁ πάππος.»

«οὐ μαίνεται, ἀλλὰ γέρων ποιμὴν ὢν ἀκούει, ὥσπερ πολλάκις, τὴν φωνὴν τοῦ μεγίστου Πανός.»

«ὦ μήτηρ, οἱ λύκοι οἱ ἐν τῇ ὕλῃ τὸν πάππον ἔδονται.»

«μὴ φοβοῦ, ὦ θύγατερ. ὁ γέρων ποιμὴν οὐκ ἀγνοεῖ τοὺς λύκους καὶ φεύγει τὸν κίνδυνον. ἡμεῖς οὖν ἐνθάδε μενοῦμεν μέχρις ἂν ἐπανέλθῃ ὁ πάππος.»

ἐν τῷ μεταξὺ ὁ πάππος σπεύδει πρὸς τὴν ὕλην· συνεχῶς γὰρ ἀκούει τὴν φωνὴν τοῦ Πανὸς ἐν τοῖς φύλλοις τῶν δένδρων, λέγουσαν·

«ἐλθὲ δεῦρο, σπεῦδε, ὦ φίλε.»

καὶ ὁ πάππος σπεύδει· ταχέως τρέχει πρὸς τὴν ὕλην. ἐξαίφνης δὲ ἐν τῇ ὁδῷ λύκον βλέπει, κείμενον ἐπὶ τῆς γῆς· βραδέως προσχωρεῖ ὁ πάππος. περὶ τὸν λύκον αἷμα πολὺ ὁρᾷ· ἆρα νεκρός ἐστιν ὁ λύκος; ἀλλ’ ἰδού, νεκρὸς μὲν οὐκ ἔστιν ὁ λύκος, θανάσιμος δέ.

«τί ἔπαθες, ὦ ἀγρία;», λέγει ὁ πάππος καταλαβών, ὅτι οὐ λύκος, ἀλλὰ λύκαινά ἐστιν τὸ θηρίον. ἡ μὲν λύκαινα πρὸς τὸν πάππον βλέπουσα αἴρει ὀλίγον τὴν κεφαλήν, ὁ δὲ πάππος νῦν ὁρᾷ τοὺς μαστοὺς αὐτῆς καὶ καταλαμβάνει ὅτι ἡ λύκαινα ἴσως σκύλακας ἔχει.

«ἆρα μήτηρ εἶ;», λέγει ὁ πάππος, «ποῦ εἰσιν οἱ σκύλακές σου; ἆρα ἤδη νεκροί εἰσιν;»

πάλιν ἐν τοῖς φύλλοις φωνὴν ἀκούει ὁ πάππος·

«σπεῦδε, σπεῦδε, σπεῦδε, ὁ θάνατος ἐγγύς ἐστιν.»

καὶ ἐξαίφνης μεταξὺ τῶν δένδρων τράγος μέγιστος φαίνεται, λέγων·

«ναί, ναί, ναί, σπεῦδε, ὦ φίλε.»

ὁ πάππος πάλιν πρὸς τὴν λύκαιναν βλέπει καὶ ἐρωτᾷ·

«ποῦ ἔκρυψας τοὺς σκύλακάς σου; θέλω ὑπακοῦσαι τῷ μεγίστῳ Πανὶ καὶ σῶσαι αὐτούς.»

νῦν δὲ ὁ τράγος ὁ μέγιστος προσχωρεῖ τῷ πάππῳ, τίθησι τὰ γόνατα καὶ «ναί, ναί, ναί», φησίν, «σῶσαι θέλομεν.»

ὁ πάππος ἀναβαίνει ἐπὶ τὸν νῶτον τοῦ τράγου· πάλιν βλέπει πρὸς τὴν λύκαιναν· ἡ δὲ πάλιν βλέπει πρὸς τὸν πάππον καὶ βραδέως ἐκπνέουσα κλείει τοὺς ὀφθαλμούς. ὁ οὖν τράγος στρέφεται πρὸς τὰ δένδρα καὶ τρέχει ὡς τάχιστα μέχρι ἄντρου τινός μικροῦ· ἀφικόμενος δὲ πάλιν τίθησι τὰ γόνατα· τοῦ πάππου καταβάντος, ὁ τράγος ἀφανίζεται. ὁ δὲ πάππος οὐκ ἀγνοεῖ τί θέλει ὁ θεὸς καὶ εἰσβαίνει εἰς τὸν ἄντρον. σκοτεινὸς μέν ἐστιν ὁ ἄντρος, ἐν δὲ τῷ σκότῳ εὑρίσκει ὁ πάππος ἕνα σκύλακα τῆς λυκαίνης·

«ἆρα σὺ μόνος εἶ; ποῦ εἰσιν οἱ ἀδελφοί σου; ἴσως οἱ ἄλλοι λύκοι ἔφαγον αὐτούς; μὴ φοβοῦ· ἐγὼ οὐκ ἔδομαί σε, ἀλλὰ οἴκαδέ σε οἴσω· ἐκεῖ μαθήσῃ πολλὰ καὶ ἀγαθὰ καὶ ἄριστος ἔσῃ φίλος βοηθῶν ἡμῖν.»

ὁ πάππος αἴρει τὸν σκύλακα καὶ λείπει τὸν σκότον τοῦ ἄντρου· νῦν δή, ἐκτὸς τοῦ ἀντρου, ὁρᾷ τὴν σκύλακα οὐ μόνον θήλειαν οὖσαν ἀλλὰ καὶ ὅλην λευκὴν καὶ τὸν μὲν ὀφθαλμὸν γλαυκὸν ἔχουσαν, τὸν δὲ μέλανα.

θαυμάζει οὖν ὀ πάππος τὴν λύκαιναν τὴν μικρὰν καὶ λέγει·

«δῆλόν ἐστι νῦν, διὰ τί ὁ θεός ἐβουλήθη σε σῶσαι· ἴσως θυγάτηρ αὐτοῦ εἶ;»

λέγων τοῦτο ὁ πάππος αὖθις ἀκούει γέλωτα ἐν τοῖς φύλλοις τῶν δένδρων.

«εὖ γελᾷς, ὦ θεέ· βουλόμενος οὖν σῶσαι τὴν θυγατέρα σου οἴκαδε σπεύδω· γάλα γὰρ δεῖ αὐτὴν πίνειν. ποῦ δέ ἐστιν ἡ ὁδός; οὐδὲν ὁρῶ.»

αὖθις γέλωτα ἀκούει ὁ πάππος· ἀλλὰ καὶ ἄλλην φωνὴν ἐν μέσῳ τῆς ὕλης ἀκούει· φωνὴ κόρης ἐστίν· καὶ ἰδού, μεταξὺ τῶν δένδρων ἀκτὶς ἡλίου λάμπει.

«ἆρα σὺ εἶ, ὦ Βαῦκι;»

ὁ πάππος τρέχει πρὸς τὴν ἀκτῖνα· τὴν μὲν Βαυκίδα οὐχ εὑρίσκει, ὁρᾷ δὲ δρῦς πολλάς· μεταξὺ δὲ τῶν δρυῶν αἱ ἀκτῖνες λάμπουσιν, καὶ ὁ πάππος ἐνίοτε ὁρᾷ πρόσωπα κορῶν· καὶ ἰδού, ὄπισθεν τῶν δένδρων φαίνεται ἡ τοῦ πάππου οἰκία. πορεύεται οὖν ὁ πάππος πρὸς τὴν οἰκίαν καὶ πρὸς τὰς αἶγας· ἀφικόμενος δὲ ἀμέλγει τὴν αἶγα τὴν λευκὴν καὶ δίδωσι τὸ γάλα τῇ λυκαίνῃ τῇ λευκῇ.

ἡ οὖν λύκαινα γίγνεται φίλη τῷ πάππῳ καὶ τρία ἔτη ἀεὶ μένει παρ’αὐτῷ. αἱ μὲν αἶγες καὶ τὰ πρόβατα ἔμαθον, ὅτι ἡ λύκαινα ἡ λευκὴ οὐκ ἔστι κίνδυνος, ἡ δὲ λύκαινα ἔμαθε βοηθεῖν τῷ πάππῳ καὶ φυλάττειν τὰ πρόβατα.

τῷ δὲ τετάρτῳ ἔτει ἡ λύκαινα ἐξαίφνης ἀφανίζεται. πάντες ἀποροῦσιν λέγοντες·

«ποῦ ἐστιν ἡ Λευκόθριξ, ὦ πάππε;»

ὁ δὲ πάππος ἀποκρίνεται·

«ἀλλ’ἡσυχάζετε, ὦ βέλτιστοι· ἐπάνεισι δι’ ὀλίγου.»

καὶ οὕτως ἐγένετο. μετὰ δὲ ἑξήκοντα ἡμέρας ἡ Λευκόθριξ ἔτεκεν ἑπτὰ σκύλακας· καὶ οὗτοι δὲ φίλοι τοῖς ποιμέσιν ἐγένοντο καὶ ἔμαθον φυλάττειν τὰ πρόβατα.

μετὰ δὲ πολλὰ ἔτη τὰ τέκνα τῶν τέκνων τῆς λευκῆς λυκαίνης οὐκέτι λύκοι ἐκαλοῦντο ἀλλὰ κύνες. πάντες δὲ οἱ ἄνθρωποι ἴσασιν ὅτι ἄνευ κυνὸς οὔτε καλὸς ποιμὴν οὔτε καλὸς κυνηγέτης ἐστίν, καὶ ὅτι ὁ κύων βέλτιστός ἐστι φίλος τοῦ ἀνθρώπου.

Vocabulary

ἡ λοπάς, -άδος – plate (for serving food)

ὁ ἄρτος – bread

ὁ βούτουρος – butter

τὸ μέλι, -ιτος – honey

ἔνηγκε – aorist imperative of φέρω

Βαυκίς, – ίδος – Baucis (female name)

ἄτοπος, -ον – strange

μαίνομαι – to be crazy

τὰ πάλαι – the past (lit. «the things of old»)

μέμνημαι + genitive – to remember sth.

ὅμοιος, -α, -ον + dative – similar to

ἐρυθριάω – to blush

μὴ πράξῃς – subj. as a negative command: «Don’t do this!»

ἡ θυρίς, ίδος – the window

ἐκπηδάω – jump out

ἡ ὕλη – the wood

ὑπακούω + dative – to obey sb.

ὁ Πάν, Πανός – Pan (the god)

συνεχῶς (adv.) – all the time, permanently

εὐλαβέομαι – to be cautious

νεκρός, -ά, -όν – dead

θανάσιμος, -ον – near death

ἡ λύκαινα, -ης – the she-wolf

ὁ μαστός, -οῦ – the breast

ὁ σκύλαξ, -ακος – puppy, cub

τὸ φύλλον – leaf

μεταξύ + genitive – between

ὁ τράγος, ου – the ram (animal of Pan)

τίθημι τὰ γόνατα – to kneel down

ἀφανίζομαι – to disappear

ὁ ἄντρος – the cave

σκοτεινός, -η, -ον – dark

ὁ σκότος, -ου – darkness

περιγίγνομαι – to survive

οἴσω – future of φέρω («to carry»)

ἔσῃ – «you will be» (2. person singular future of εἰμι)

ἡ ἀκτίς, -ῖνος – ray

ἡ δρῦς, δρυός – oak

ὁ φλοιός – bark

ἡ Λευκόθριξ – white-haired (adjective, here used as a proper name)

ἐπάνεισι – he/she/it will return

ὁ κυνηγέτης, -ου – hunter

Leave a Reply

Your email address will not be published. Required fields are marked *