Aesop’s Fables: πάρδαλις καὶ ἀλώπηξ (Leopard and Fox)
ΠΑΡΔΑΛΙΣ ΚΑΙ ΑΛΩΠΗΞ ἀλώπηξ καὶ πάρδαλις περὶ κάλλους ἤριζον. τῆς δὲ παρδάλεως παρ’ ἕκαστα τὴν τοῦ σώματος ποικιλίαν προβαλλομένης ἡ ἀλώπηξ ὑποτυχοῦσα ἔφη· “καὶ πόσον ἐγὼ σοῦ καλλίων ὑπάρχω, ἥτις οὐ τὸ σῶμα, τὴν δὲ ψυχὴν πεποίκιλμαι;” ὁ λόγος δηλοῖ,…